Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.11 Joseph. AJ 15.17 (English) >>Joseph. AJ 15.22

15.15οὗτοι τὸν Ὑρκανὸν ἐτίμων ὡς ἀρχιερέα καὶ βασιλέα καὶ πᾶν τὸ μέχρις Εὐφράτου νεμόμενον Ἰουδαίων ἔθνος· τῷ δʼ ἦν ἀγαπητὰ ταῦτα. 15.16πυθόμενος δὲ τὸν Ἡρώδην παρειληφέναι τὴν βασιλείαν ἀντιμετεχώρει ταῖς ἐλπίσιν ἐξ ἀρχῆς τε φιλοστόργως διακείμενος καὶ τῆς χάριτος ἀπομνησθήσεσθαι προσδοκῶν, κρινόμενον ὅτι καὶ μέλλοντα θανάτῳ ζημιοῦσθαι τοῦ κινδύνου καὶ τῆς κολάσεως ἐρρύσατο. λόγους οὖν προσέφερε τοῖς Ἰουδαίοις ἰέναι παρʼ αὐτὸν ἐσπουδακώς. 15.17οἱ δὲ περιείχοντο καὶ μένειν ἠξίουν τὰς ὑπουργίας ἅμα καὶ τὰς τιμὰς λέγοντες, ὡς οὐδὲν ἐνδεὲς αὐτῷ τῆς εἰς τοὺς ἀρχιερεῖς βασιλεῖς τιμῆς ἐξ αὐτῶν εἴη, καὶ τὸ μεῖζον, ὅτι μηδὲ ἐκεῖ τούτων μεταλαβεῖν δύναται κατὰ λώβην τοῦ σώματος, ἣν ὑπʼ Ἀντιγόνου πάθοι, τάς τε χάριτας οὐχ ὁμοίως ἀποδίδοσθαι παρὰ τῶν βασιλέων, ἃς ἔλαβον ἰδιωτεύοντες, ἐξαλλαττούσης αὐτοὺς οὐκ ἀλόγως τῆς τύχης. 15.18

Τοιαῦτα κατὰ τὸ συμφέρον ὑποτεινόντων Ὑρκανὸς πόθον εἶχεν ἀπιέναι, καὶ γράφων Ἡρώδης παρεκάλει δεῖσθαι Φραάτου καὶ τῶν ἐκεῖ Ἰουδαίων μὴ φθονῆσαι δυνάμει κοινὴν ἕξοντι τὴν βασιλείαν· ἄρτι γὰρ εἶναι καιρὸν αὐτῷ μὲν ἐκτῖσαι τὰς χάριτας ὧν εὖ πάθοι καὶ τραφεὶς ὑπʼ αὐτοῦ καὶ περισωθείς, ἐκείνῳ δὲ κομίζεσθαι. 15.19ταῦτα γράφων Ὑρκανῷ πέμπει καὶ παρὰ τὸν Φραάτην πρεσβευτὴν Σαραμάλλαν καὶ δῶρα πλείω, μὴ διακωλῦσαι τὰς εἰς τὸν εὐεργέτην αὐτοῦ χάριτας ὁμοίως φιλανθρωπευόμενον.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 15.11 Joseph. AJ 15.17 (English) >>Joseph. AJ 15.22

Powered by PhiloLogic